Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.96 Joseph. AJ 6.101 (English) >>Joseph. AJ 6.106

6.99κατανοήσαντες δὲ τὸ πλῆθος τῶν Παλαιστίνων οἱ τοῦ Σαούλου κατεπλάγησαν, καὶ οἱ μὲν εἰς τὰ σπήλαια καὶ τοὺς ὑπονόμους ἔκρυψαν αὑτοὺς, οἱ πλείους δὲ εἰς τὴν πέραν τοῦ Ἰορδάνου γῆν ἔφυγον· αὕτη δʼ ἦν Γάδου καὶ Ῥουβήλου. 6.100

Πέμψας δὲ Σαοῦλος πρὸς τὸν προφήτην ἐκάλει πρὸς αὑτὸν συνδιασκεψόμενον περὶ τοῦ πολέμου καὶ τῶν πραγμάτων. δὲ περιμένειν αὐτὸν ἐκέλευσεν αὐτόθι καὶ παρασκευάζειν θύματα· μετὰ γὰρ ἡμέρας ἑπτὰ πρὸς αὐτὸν ἥξειν, ὅπως θύσωσι τῇ ἑβδόμῃ τῶν ἡμερῶν, ἔπειθʼ οὕτως συμβάλωσι τοῖς πολεμίοις. 6.101καὶ περιμένει μὲν ὡς προφήτης ἐπέστειλεν, οὐκέτι μέντοι γε διατηρεῖ τὴν ἐντολήν, ἀλλʼ ὡς ἑώρα βραδύνοντα μὲν τὸν προφήτην, αὑτὸν δὲ ὑπὸ τῶν στρατιωτῶν καταλειπόμενον, λαβὼν τὰ θύματα τὴν θυσίαν ἐπετέλει· ἐπεὶ δὲ τὸν Σαμουῆλον ἤκουσε προσιόντα ὑπαντησόμενος ἐξῆλθεν. 6.102 δʼ οὐκ ὀρθῶς αὐτὸν ἔφη πεποιηκέναι παρακούσαντα ὧν ἐπέστειλεν αὐτὸς καὶ φθάσαντα τὴν παρουσίαν, ἣν κατὰ βούλησιν γινομένην τοῦ θείου πρὸς τὰς εὐχὰς καὶ τὰς θυσίας τὰς ὑπὲρ τοῦ πλήθους προλάβοι κακῶς ἱερουργήσας καὶ προπετὴς γενόμενος. 6.103ἀπολογουμένου δὲ τοῦ Σαούλου καὶ περιμεῖναι μὲν τὰς ἡμέρας ἃς ὥρισε λέγοντος, ὑπὸ δὲ ἀνάγκης καὶ ἀναχωρήσεως μὲν τῶν αὑτοῦ στρατιωτῶν διὰ φόβον, στρατοπεδείας δὲ τῶν ἐχθρῶν ἐν Μαχμᾶ καὶ ἀκοῆς τῆς ἐπʼ αὐτὸν εἰς Γάλγαλα καταβάσεως ἐπειχθῆναι πρὸς τὴν θυσίαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.96 Joseph. AJ 6.101 (English) >>Joseph. AJ 6.106

Powered by PhiloLogic